Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.81 Joseph. AJ 6.86 (English) >>Joseph. AJ 6.89

6.84ἐπὶ γὰρ Μωυσέος καὶ τοῦ μαθητοῦ αὐτοῦ Ἰησοῦ, ὃς ἦν στρατηγὸς, ἀριστοκρατούμενοι διετέλουν· μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἔτεσι τοῖς πᾶσι δέκα καὶ πρὸς τούτοις ὀκτὼ τὸ πλῆθος αὐτῶν ἀναρχία κατέσχε. 6.85μετὰ ταῦτα δʼ εἰς τὴν προτέραν ἐπανῆλθον πολιτείαν τῷ κατὰ πόλεμον ἀρίστῳ δόξαντι γεγενῆσθαι καὶ κατʼ ἀνδρείαν περὶ τῶν ὅλων δικάζειν ἐπιτρέποντες· καὶ διὰ τοῦτο τὸν χρόνον τοῦτον τῆς πολιτείας κριτῶν ἐκάλεσαν. 6.86

Ἐκκλησίαν δὲ Σαμουῆλος ποιήσας προφήτης τῶν Ἑβραίωνἐπόμνυμαι, φησίν, ὑμῖν τὸν μέγιστον θεὸν, ὃς τοὺς ἀδελφοὺς ἐκείνους, λέγω δὴ Μωυσῆν καὶ Ἀαρῶνα, παρήγαγεν εἰς τὸν βίον καὶ τοὺς πατέρας ἡμῶν ἐξήρπασεν Αἰγυπτίων καὶ τῆς ὑπʼ αὐτοῖς δουλείας, μηδὲν μήτʼ αἰδοῖ χαρισαμένους μήτε ὑποστειλαμένους φόβῳ μήτε ἄλλῳ τινὶ πάθει παραχωρήσαντας εἰπεῖν, εἴ τι μοι πέπρακται σκαιὸν καὶ ἄδικον κέρδους ἕνεκα πλεονεξίας χάριτος τῆς πρὸς ἄλλους· 6.87ἐλέγξαι δὲ εἰ καὶ τῶν τοιούτων τι προσηκάμην μόσχον πρόβατον, πρὸς τροφὴν ἀνεμέσητον δοκεῖ λαμβάνειν, εἴ τινος ὑποζύγιον εἰς ἐμὴν ἀποσπάσας χρείαν ἐλύπησα, τούτων ἕν τι κατειπεῖν παρόντος ὑμῶν τοῦ βασιλέως.” οἱ δὲ ἀνέκραγον τούτων οὐδὲν ὑπʼ αὐτοῦ γεγονέναι, προστῆναι δὲ ὁσίως αὐτὸν καὶ δικαίως τοῦ ἔθνους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.81 Joseph. AJ 6.86 (English) >>Joseph. AJ 6.89

Powered by PhiloLogic